ταῦτα μὲν ἐς Ἄδρηστόν οἱ ἐπεποίητο , φυλὰς δὲ τὰς Δωριέων , ἵνα δὴ μὴ αἱ αὐταὶ ἔωσι τοῖσι Σικυωνίοισι καὶ τοῖσι Ἀργείοισι , μετέβαλε ἐς ἄλλα οὐνόματα . ἔνθα καὶ πλεῖστον κατεγέλασε τῶν Σικυωνίων · ἐπὶ γὰρ ὑός τε καὶ ὄνου τὰς ἐπωνυμίας μετατιθεὶς αὐτὰ τὰ τελευταῖα ἐπέθηκε , πλὴν τῆς ἑωυτοῦ φυλῆς · ταύτῃ δὲ τὸ οὔνομα ἀπὸ τῆς ἑωυτοῦ ἀρχῆς ἔθετο . οὗτοι μὲν δὴ Ἀρχέλαοι ἐκαλέοντο , ἕτεροι δὲ Ὑᾶται , ἄλλοι δὲ Ὀνεᾶται , ἕτεροι δὲ Χοιρεᾶται .
τούτοισι τοῖσι οὐνόμασι τῶν φυλέων ἐχρέωντο οἱ Σικυώνιοι καὶ ἐπὶ Κλεισθένεος ἄρχοντος καὶ ἐκείνου τεθνεῶτος ἔτι ἐπʼ ἔτεα ἑξήκοντα · μετέπειτα μέντοι λόγον σφίσι δόντες μετέβαλον ἐς τοὺς Ὑλλέας καὶ Παμφύλους καὶ Δυμανάτας , τετάρτους δὲ αὐτοῖσι προσέθεντο ἐπὶ τοῦ Ἀδρήστου παιδὸς Αἰγιαλέος τὴν ἐπωνυμίην ποιεύμενοι κεκλῆσθαι Αἰγιαλέας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.