πέρσαι δὲ ὡς τὸν βασιλέα εἶδον ἀνακλαύσαντα πάντες τά τε ἐσθῆτος ἐχόμενα εἶχον , ταῦτα κατηρείκοντο καὶ οἰμωγῇ ἀφθόνῳ διεχρέωντο .
μετὰ δὲ ταῦτα ὡς ἐσφακέλισέ τε τὸ ὀστέον καὶ ὁ μηρὸς τάχιστα ἐσάπη , ἀπήνεικε Καμβύσεα τὸν Κύρου , βασιλεύσαντα μὲν τὰ πάντα ἑπτὰ ἔτεα καὶ πέντε μῆνας , ἄπαιδα δὲ τὸ παράπαν ἐόντα ἔρσενος καὶ θήλεος γόνου . Περσέων
δὲ τοῖσι παρεοῦσι ἀπιστίη πολλὴ ὑπεκέχυτο τοὺς Μάγους ἔχειν τὰ πρήγματα , ἀλλʼ ἠπιστέατο ἐπὶ διαβολῇ εἰπεῖν Καμβύσεα τὰ εἶπε περὶ τοῦ Σμέρδιος θανάτου , ἵνα οἱ ἐκπολεμωθῇ πᾶν τὸ Περσικόν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.