Γοβρύης μὲν ταῦτα συνεβούλευε . μετὰ δὲ νύξ τε ἐγίνετο καὶ Δαρεῖος ἐχρᾶτο τῇ γνώμῃ ταύτῃ · τοὺς μὲν καματηροὺς τῶν ἀνδρῶν καὶ τῶν ἦν ἐλάχιστος ἀπολλυμένων λόγος , καὶ τοὺς ὄνους πάντας καταδήσας κατέλιπε αὐτοῦ ἐν τῷ στρατοπέδω . κατέλιπε
δὲ τούς τε ὄνους καὶ τοὺς ἀσθενέας τῆς στρατιῆς τῶνδε εἵνεκεν , ἵνα οἱ μὲν ὄνοι βοὴν παρέχωνται · οἱ δὲ ἄνθρωποι ἀσθενείης μὲν εἵνεκεν κατελείποντο , προφάσιος δὲ τῆσδε δηλαδή , ὡς αὐτὸς μὲν σὺν τῷ καθαρῷ τοῦ στρατοῦ ἐπιθήσεσθαι μέλλοι τοῖσι Σκύθῃσι , οὗτοι δὲ τὸ στρατόπεδον τοῦτον τὸν χρόνον ῥυοίατο . ταῦτα
τοῖσι ὑπολελειμμένοισι ὑποθέμενος ὁ Δαρεῖος καὶ πυρὰ ἐκκαύσας τὴν ταχίστην ἐπείγετο ἐπὶ τὸν Ἴστρον . οἱ δὲ ὄνοι ἐρημωθέντες τοῦ ὁμίλου οὕτω δὴ μᾶλλον πολλῷ ἵεσαν τῆς φωνῆς · ἀκούσαντες δὲ οἱ Σκύθαι τῶν ὄνων πάγχυ κατὰ χώρην ἤλπιζον τοὺς Πέρσας εἶναι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.