οἱ δὲ Θηβαῖοι , τῶν ὁ Λεοντιάδης ἐστρατήγεε , τέως μὲν μετὰ τῶν Ἑλλήνων ἐόντες ἐμάχοντο ὑπʼ ἀναγκαίης ἐχόμενοι πρὸς τὴν βασιλέος στρατιήν · ὡς δὲ εἶδον κατυπέρτερα τῶν Περσέων γινόμενα τὰ πρήγματα , οὕτω δή , τῶν σὺν Λεωνίδῃ Ἑλλήνων ἐπειγομένων ἐπὶ τὸν κολωνόν , ἀποσχισθέντες τούτων χεῖράς τε προέτεινον καὶ ἤισαν ἆσσον τῶν βαρβάρων , λέγοντες τὸν ἀληθέστατον τῶν λόγων , ὡς καὶ μηδίζουσι καὶ γῆν τε καὶ ὕδωρ ἐν πρώτοισι ἔδοσαν βασιλέι , ὑπὸ δὲ ἀναγκαίης ἐχόμενοι ἐς Θερμοπύλας ἀπικοίατο καὶ ἀναίτιοι εἶεν τοῦ τρώματος τοῦ γεγονότος βασιλέι .
ὥστε ταῦτα λέγοντες περιεγίνοντο · εἶχον γὰρ καὶ Θεσσαλοὺς τούτων τῶν λόγων μάρτυρας · οὐ μέντοι τά γε πάντα εὐτύχησαν · ὡς γὰρ αὐτοὺς ἔλαβον οἱ βάρβαροι ἐλθόντας , τοὺς μὲν τινὰς καὶ ἀπέκτειναν προσιόντας , τοὺς δὲ πλεῦνας αὐτῶν κελεύσαντος Ξέρξεω ἔστιζον στίγματα βασιλήια , ἀρξάμενοι ἀπὸ τοῦ στρατηγοῦ Λεοντιάδεω · τοῦ τὸν παῖδα Εὐρύμαχον χρόνῳ μετέπειτα ἐφόνευσαν Πλαταιέες στρατηγήσαντα ἀνδρῶν Θηβαίων τετρακοσίων καὶ σχόντα τὸ ἄστυ τὸ Πλαταιέων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.