ὡς δὲ παρεγένοντο ἐς τὴν Αἴγιναν πᾶσαι αἱ νέες , ἀπίκοντο Ἰώνων ἄγγελοι ἐς τὸ στρατόπεδον τῶν Ἑλλήνων , οἳ καὶ ἐς Σπάρτην ὀλίγῳ πρότερον τούτων ἀπικόμενοι ἐδέοντο Λακεδαιμονίων ἐλευθεροῦν τὴν Ἰωνίην ·
τῶν καὶ Ἡρόδοτος ὁ Βασιληίδεω ἦν · οἳ στασιῶται σφίσι γενόμενοι ἐπεβούλευον θάνατον Στράττι τῷ Χίου τυράννῳ , ἐόντες ἀρχὴν ἑπτά · ἐπιβουλεύοντες δὲ ὡς φανεροὶ ἐγένοντο , ἐξενείκαντος τὴν ἐπιχείρησιν ἑνὸς τῶν μετεχόντων , οὕτω δὴ οἱ λοιποὶ ἓξ ἐόντες ὑπεξέσχον ἐκ τῆς Χίου καὶ ἐς Σπάρτην τε ἀπίκοντο καὶ δὴ καὶ τότε ἐς τὴν Αἴγιναν , τῶν Ἑλλήνων δεόμενοι καταπλῶσαι ἐς τὴν Ἰωνίην · οἳ προήγαγον αὐτοὺς μόγις μέχρι Δήλου . τὸ
γὰρ προσωτέρω πᾶν δεινὸν ἦν τοῖσι Ἕλλησι οὔτε τῶν χώρων ἐοῦσι ἐμπείροισι , στρατιῆς τε πάντα πλέα ἐδόκεε εἶναι , τὴν δὲ Σάμον ἐπιστέατο δόξῃ καὶ Ἡρακλέας στήλας ἴσον ἀπέχειν . συνέπιπτε δὲ τοιοῦτο ὥστε τοὺς μὲν βαρβάρους τὸ πρὸς ἑσπέρης ἀνωτέρω Σάμου μὴ τολμᾶν καταπλῶσαι καταρρωδηκότας , τοὺς δὲ Ἕλληνας , χρηιζόντων Χίων , τὸ πρὸς τὴν ἠῶ κατωτέρω Δήλου · οὕτω δέος τὸ μέσον ἐφύλασσε σφέων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.