ἦσαν μὲν ὦν οὗτοι οἱ στρατευόμενοι ἐπʼ Ἀρτεμίσιον , εἴρηται δέ μοι καὶ ὡς τὸ πλῆθος ἕκαστοι τῶν νεῶν παρείχοντο . ἀριθμὸς δὲ τῶν συλλεχθεισέων νεῶν ἐπʼ Ἀρτεμίσιον ἦν , πάρεξ τῶν πεντηκοντέρων , διηκόσιαι καὶ ἑβδομήκοντα καὶ μία .
τὸν δὲ στρατηγὸν τὸν τὸ μέγιστον κράτος ἔχοντα παρείχοντο Σπαρτιῆται Εὐρυβιάδην Εὐρυκλείδεω · οἱ γὰρ σύμμαχοι οὐκ ἔφασαν , ἢν μὴ ὁ Λάκων ἡγεμονεύῃ , Ἀθηναίοισι ἕψεσθαι ἡγεομένοισι , ἀλλὰ λύσειν τὸ μέλλον ἔσεσθαι στράτευμα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.