Ὀνήσιλος μέν νυν ἐπολιόρκεε Ἀμαθοῦντα . βασιλέι δὲ Δαρείῳ ὡς ἐξαγγέλθη Σάρδις ἁλούσας ἐμπεπρῆσθαι ὑπό τε Ἀθηναίων καὶ Ἰώνων , τὸν δὲ ἡγεμόνα γενέσθαι τῆς συλλογῆς ὥστε ταῦτα συνυφανθῆναι τὸν Μιλήσιον Ἀρισταγόρην , πρῶτα μὲν λέγεται αὐτόν , ὡς ἐπύθετο ταῦτα , Ἰώνων οὐδένα λόγον ποιησάμενον , εὖ εἰδότα ὡς οὗτοί γε οὐ καταπροΐξονται ἀποστάντες , εἰρέσθαι οἵτινες εἶεν οἱ Ἀθηναῖοι , μετὰ δὲ πυθόμενον αἰτῆσαι τὸ τόξον , λαβόντα δὲ καὶ ἐπιθέντα δὲ ὀιστὸν ἄνω πρὸς τὸν οὐρανὸν ἀπεῖναι , καί μιν ἐς τὸν ἠέρα βάλλοντα εἰπεῖν
ὦ Ζεῦ , ἐκγενέσθαι μοι Ἀθηναίους τίσασθαι , εἴπαντα δὲ ταῦτα προστάξαι ἑνὶ τῶν θεραπόντων δείπνου προκειμένου αὐτῷ ἐς τρὶς ἑκάστοτε εἰπεῖν δέσποτα , μέμνεο τῶν Ἀθηναίων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.