ἡ δὲ τρίτη τῶν ὁδῶν πολλὸν ἐπιεικεστάτη ἐοῦσα μάλιστα ἔψευσται · λέγει γὰρ δὴ οὐδʼ αὕτη οὐδέν , φαμένη τὸν Νεῖλον ῥέειν ἀπὸ τηκομένης χιόνος · ὃς ῥέει μὲν ἐκ Λιβύης διὰ μέσων Αἰθιόπων , ἐκδιδοῖ δὲ ἐς Αἴγυπτον .
κῶς ὦν δῆτα ῥέοι ἂν ἀπὸ χιόνος , ἀπὸ τῶν θερμοτάτων ῥέων ἐς τὰ ψυχρότερα τὰ πολλά ἐστι ; ἀνδρί γε λογίζεσθαι τοιούτων πέρι οἵῳ τε ἐόντι , ὡς οὐδὲ οἰκὸς ἀπὸ χιόνος μιν ῥέειν , πρῶτον μὲν καὶ μέγιστον μαρτύριον οἱ ἄνεμοι παρέχονται πνέοντες ἀπὸ τῶν χωρέων τουτέων θερμοί · δεύτερον
δὲ ὅτι ἄνομβρος ἡ χώρη καὶ ἀκρύσταλλος διατελέει ἐοῦσα , ἐπὶ δὲ χιόνι πεσούσῃ πᾶσα ἀνάγκη ἐστὶ ὗσαι ἐν πέντε ἡμέρῃσι , ὥστε , εἰ ἐχιόνιζε , ὕετο ἂν ταῦτα τὰ χωρία · τρίτα δὲ οἱ ἄνθρωποι ὑπὸ τοῦ καύματος μέλανες ἐόντες . ἰκτῖνοι
δὲ καὶ χελιδόνες διʼ ἔτεος ἐόντες οὐκ ἀπολείπουσι , γέρανοι δὲ φεύγουσαι τὸν χειμῶνα τὸν ἐν τῇ Σκυθικῇ χώρῃ γινόμενον φοιτῶσι ἐς χειμασίην ἐς τοὺς τόπους τούτους . εἰ τοίνυν ἐχιόνιζε καὶ ὅσον ὦν ταύτην τὴν χώρην διʼ ἧς τε ῥέει καὶ ἐκ τῆς ἄρχεται ῥέων ὁ Νεῖλος , ἦν ἂν τούτων οὐδέν , ὡς ἡ ἀνάγκη ἐλέγχει .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.