ἐνθαῦτα δὴ Θεμιστοκλέα ἀπικόμενον ἐπὶ τὴν νέα εἴρετο Μνησίφιλος ἀνὴρ Ἀθηναῖος ὅ τι σφι εἴη βεβουλευμένον . πυθόμενος δὲ πρὸς αὐτοῦ ὡς εἴη δεδογμένον ἀνάγειν τὰς νέας πρὸς τὸν Ἰσθμὸν καὶ πρὸ τῆς Πελοποννήσου ναυμαχέειν , εἶπε
οὔτʼ ἄρα , ἤν ἀπαείρωσι τὰς νέας ἀπὸ Σαλαμῖνος , περὶ οὐδεμιῆς ἔτι πατρίδος ναυμαχήσεις · κατὰ γὰρ πόλις ἕκαστοι τρέψονται , καὶ οὔτε σφέας Εὐρυβιάδης κατέχειν δυνήσεται οὔτε τις ἀνθρώπων ἄλλος ὥστε μὴ οὐ διασκεδασθῆναι τὴν στρατιήν · ἀπολέεταί τε ἡ Ἑλλὰς ἀβουλίῃσι . ἀλλʼ εἴ τις ἐστὶ μηχανή , ἴθι καὶ πειρῶ διαχέαι τὰ βεβουλευμένα , ἤν κως δύνῃ ἀναγνῶσαι Εὐρυβιάδην μεταβουλεύσασθαι ὥστε αὐτοῦ μένειν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.