ἀπικόμενοι δὲ τῷ στόλῳ τούτῳ Ἴωνες ἐς Ἔφεσον πλοῖα μὲν κατέλιπον ἐν Κορησῷ τῆς Ἐφεσίης , αὐτοὶ δὲ ἀνέβαινον χειρὶ πολλῇ , ποιεύμενοι Ἐφεσίους ἡγεμόνας τῆς ὁδοῦ . πορευόμενοι δὲ παρὰ ποταμὸν Καΰστριον , ἐνθεῦτεν ἐπείτε ὑπερβάντες τὸν Τμῶλον ἀπίκοντο , αἱρέουσι Σάρδις οὐδενός σφι ἀντιωθέντος , αἱρέουσι δὲ χωρὶς τῆς ἀκροπόλιος τἆλλα πάντα · τὴν δὲ ἀκρόπολιν ἐρρύετο αὐτὸς Ἀρταφρένης ἔχων ἀνδρῶν δύναμιν οὐκ ὀλίγην .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.