τὰ δὲ δὴ πλοῖά σφι , τοῖσι φορτηγέουσι , ἐστὶ ἐκ τῆς ἀκάνθης ποιεύμενα , τῆς ἡ μορφὴ μὲν ἐστὶ ὁμοιοτάτη τῷ Κυρηναίῳ λωτῷ , τὸ δὲ δάκρυον κόμμι ἐστί . ἐκ ταύτης ὦν τῆς ἀκάνθης κοψάμενοι ξύλα ὅσον τε διπήχεα πλινθηδὸν συντιθεῖσι ναυπηγεύμενοι τρόπον τοιόνδε ·
περὶ γόμφους πυκνοὺς καὶ μακροὺς περιείρουσι τὰ διπήχεα ξύλα · ἐπεὰν δὲ τῷ τρόπῳ τούτῳ ναυπηγήσωνται , ζυγὰ ἐπιπολῆς τείνουσι αὐτῶν · νομεῦσι δὲ οὐδὲν χρέωνται · ἔσωθεν δὲ τὰς ἁρμονίας ἐν ὦν ἐπάκτωσαν τῇ βύβλῳ . πηδάλιον
δὲ ἓν ποιεῦνται , καὶ τοῦτο διὰ τῆς τρόπιος διαβύνεται . ἱστῷ δὲ ἀκανθίνῳ χρέωνται , ἱστίοισι δὲ βυβλίνοισι . ταῦτα τὰ πλοῖα ἀνὰ μὲν τὸν ποταμὸν οὐ δύναται πλέειν , ἢν μὴ λαμπρὸς ἄνεμος ἐπέχῃ , ἐκ γῆς δὲ παρέλκεται , κατὰ ῥόον δὲ κομίζεται ὧδε · ἔστι
ἐκ μυρίκης πεποιημένη θύρη , κατερραμμένη ῥιπὶ καλάμων , καὶ λίθος τετρημένος διτάλαντος μάλιστά κῃ σταθμόν · τούτων τὴν μὲν θύρην δεδεμένην κάλῳ ἔμπροσθε τοῦ πλοίου ἀπιεῖ ἐπιφέρεσθαι , τὸν δὲ λίθον ἄλλῳ κάλῳ ὄπισθε . ἡ μὲν
δὴ θύρη τοῦ ῥόου ἐμπίπτοντος χωρέει ταχέως καὶ ἕλκει τὴν βᾶριν (τοῦτο γὰρ δὴ οὔνομα ἐστὶ τοῖσι πλοίοισι τούτοισι) , ὁ δὲ λίθος ὄπισθε ἐπελκόμενος καὶ ἐὼν ἐν βυσσῷ κατιθύνει τὸν πλόον . ἔστι δέ σφι τὰ πλοῖα ταῦτα πλήθεϊ πολλά , καὶ ἄγει ἔνια πολλὰς χιλιάδας ταλάντων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.