ἔστι δὲ καὶ ἄλλος ὅδε λόγος λεγόμενος , ὡς ἐπειδὴ Ξέρξης ἀπελαύνων ἐξ Ἀθηνέων ἀπίκετο ἐπʼ Ἠιόνα τὴν ἐπὶ Στρυμόνι , ἐνθεῦτεν οὐκέτι ὁδοιπορίῃσι διεχρᾶτο , ἀλλὰ τὴν μὲν στρατιὴν Ὑδάρνεϊ ἐπιτράπει ἀπάγειν ἐς τὸν Ἑλλήσποντον , αὐτὸς δʼ ἐπὶ νεὸς Φοινίσσης ἐπιβὰς ἐκομίζετο ἐς τὴν Ἀσίην .
πλέοντα δέ μιν ἄνεμον Στρυμονίην ὑπολαβεῖν μέγαν καὶ κυματίην . καὶ δὴ μᾶλλον γάρ τι χειμαίνεσθαι γεμούσης τῆς νεός , ὥστε ἐπὶ τοῦ καταστρώματος ἐπεόντων συχνῶν Περσέων τῶν σὺν Ξέρξῃ κομιζομένων , ἐνθαῦτα ἐς δεῖμα πεσόντα τὸν βασιλέα εἰρέσθαι βώσαντα τὸν κυβερνήτην εἴ τις ἐστί σφι σωτηρίη , καὶ
τὸν εἶπαι δέσποτα , οὐκ ἔστι οὐδεμία , εἰ μὴ τούτων ἀπαλλαγή τις γένηται τῶν πολλῶν ἐπιβατέων . καὶ Ξέρξην λέγεται ἀκούσαντα ταῦτα εἰπεῖν ἄνδρες Πέρσαι , νῦν τις διαδεξάτω ὑμέων βασιλέος κηδόμενος · ἐν ὑμῖν γὰρ οἶκε εἶναι ἐμοὶ ἡ σωτηρίη . τὸν
μὲν ταῦτα λέγειν , τοὺς δὲ προσκυνέοντας ἐκπηδᾶν ἐς τὴν θάλασσαν , καὶ τὴν νέα ἐπικουφισθεῖσαν οὕτω δὴ ἀποσωθῆναι ἐς τὴν Ἀσίην . ὡς δὲ ἐκβῆναι τάχιστα ἐς γῆν τὸν Ξέρξην , ποιῆσαι τοιόνδε · ὅτι μὲν ἔσωσε βασιλέος τὴν ψυχήν , δωρήσασθαι χρυσέῃ στεφάνῃ τὸν κυβερνήτην , ὅτι δὲ Περσέων πολλοὺς ἀπώλεσε , ἀποταμεῖν τὴν κεφαλὴν αὐτοῦ .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.