αἱ δὲ στῆλαι τὰς ἵστα κατὰ τὰς χώρας ὁ Αἰγύπτου βασιλεὺς Σέσωστρις , αἱ μὲν πλεῦνες οὐκέτι φαίνονται περιεοῦσαι , ἐν δὲ τῇ Παλαιστίνῃ Συρίῃ αὐτὸς ὥρων ἐούσας καὶ τὰ γράμματα τὰ εἰρημένα ἐνεόντα καὶ γυναικὸς αἰδοῖα .
εἰσὶ δὲ καὶ περὶ Ἰωνίην δύο τύποι ἐν πέτρῃσι ἐγκεκολαμμένοι τούτου τοῦ ἀνδρός , τῇ τε ἐκ τῆς Ἐφεσίης ἐς Φώκαιαν ἔρχονται καὶ τῇ ἐκ Σαρδίων ἐς Σμύρνην . ἑκατέρωθι
δὲ ἀνὴρ ἐγγέγλυπται μέγαθος πέμπτης σπιθαμῆς , τῇ μὲν δεξιῇ χειρὶ ἔχων αἰχμὴν τῇ δὲ ἀριστερῇ τόξα , καὶ τὴν ἄλλην σκευὴν ὡσαύτως · καὶ γὰρ Αἰγυπτίην καὶ Αἰθιοπίδα ἔχει · ἐκ
δὲ τοῦ ὤμου ἐς τὸν ἕτερον ὦμον διὰ τῶν στηθέων γράμματα ἱρὰ Αἰγύπτια διήκει ἐγκεκολαμμένα , λέγοντα τάδε · ἐγὼ τήνδε τὴν χώρην ὤμοισι τοῖσι ἐμοῖσι ἐκτησάμην . ὅστις δὲ καὶ ὁκόθεν ἐστί , ἐνθαῦτα μὲν οὐ δηλοῖ , ἑτέρωθι δὲ δεδήλωκε · τὰ
δὴ καὶ μετεξέτεροι τῶν θεησαμένων Μέμνονος εἰκόνα εἰκάζουσί μιν εἶναι , πολλὸν τῆς ἀληθείης ἀπολελειμμένοι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.