ὁ δὲ Ὀτάνης παραλαβὼν Ἀσπαθίνην καὶ Γοβρύην , Περσέων τε πρώτους ἐόντας καὶ ἑωυτῷ ἐπιτηδεοτάτους ἐς πίστιν , ἀπηγήσατο πᾶν τὸ πρῆγμα · οἳ δὲ καὶ αὐτοὶ ἄρα ὑπώπτευον οὕτω τοῦτο ἔχειν , ἀνενείκαντος δὲ τοῦ Ὀτάνεω τοὺς λόγους ἐδέξαντο ,
καὶ ἔδοξέ σφι ἕκαστον ἄνδρα Περσέων προσεταιρίσασθαι τοῦτον ὅτεῳ πιστεύει μάλιστα . Ὀτάνης μέν νυν ἐσάγεται Ἰνταφρένεα , Γοβρύης δὲ Μεγάβυζον , Ἀσπαθίνης δὲ Ὑδάρνεα . γεγονότων
δὲ τούτων ἓξ παραγίνεται ἐς τὰ Σοῦσα Δαρεῖος ὁ Ὑστάσπεος ἐκ Περσέων ἥκων · τούτων γὰρ δὴ ἦν οἱ ὁ πατὴρ ὕπαρχος . ἐπεὶ ὦν οὗτος ἀπίκετο , τοῖσι ἓξ τῶν Περσέων ἔδοξε καὶ Δαρεῖον προσεταιρίσασθαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.