ἀμείβεται Ξέρξης τοῖσιδε . Ἀχαίμενες , εὖ τε μοι δοκέεις λέγειν καὶ ποιήσω ταῦτα . Δημάρητος δὲ λέγει μὲν τὰ ἄριστα ἔλπεται εἶναι ἐμοί , γνώμῃ μέντοι ἑσσοῦται ὑπὸ σεῦ .
οὐ γὰρ δὴ κεῖνό γε ἐνδέξομαι ὅκως οὐκ εὐνοέει τοῖσι ἐμοῖσι πρήγμασι , τοῖσί τε λεγομένοισι πρότερον ἐκ τούτου σταθμώμενος καὶ τῷ ἐόντι , ὅτι πολιήτης μὲν πολιήτῃ εὖ πρήσσοντι φθονέει καὶ ἔστι δυσμενὴς τῇ σιγῇ , οὐδʼ ἂν συμβουλευομένου τοῦ ἀστοῦ πολιήτης ἀνὴρ τὰ ἄριστά οἱ δοκέοντα εἶναι ὑποθέοιτο , εἰ μὴ πρόσω ἀρετῆς ἀνήκοι · σπάνιοι δὲ εἰσὶ οἱ τοιοῦτοι ·
ξεῖνος δὲ ξείνῳ εὖ πρήσσοντι ἐστὶ εὐμενέστατον πάντων , συμβουλευομένου τε ἂν συμβουλεύσειε τὰ ἄριστα . οὕτω ὦν κακολογίης τῆς ἐς Δημάρητον , ἐόντος ἐμοὶ ξείνου πέρι , ἔχεσθαι τινὰ τοῦ λοιποῦ κελεύω .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.