Κυρηναίοισι δὲ Ἄμασις φιλότητά τε καὶ συμμαχίην συνεθήκατο , ἐδικαίωσε δὲ καὶ γῆμαι αὐτόθεν , εἴτʼ ἐπιθυμήσας Ἑλληνίδος γυναικὸς εἴτε καὶ ἄλλως φιλότητος Κυρηναίων εἵνεκα ·
γαμέει δὲ ὦν οἳ μὲν λέγουσι Βάττου οἳ δʼ Ἀρκεσίλεω θυγατέρα , οἳ δὲ Κριτοβούλου ἀνδρὸς τῶν ἀστῶν δοκίμου , τῇ οὔνομα ἦν Λαδίκη · τῇ ἐπείτε συγκλίνοιτο ὁ Ἄμασις , μίσγεσθαι οὐκ οἷός τε ἐγίνετο , τῇσι δὲ ἄλλῃσι γυναιξὶ ἐχρᾶτο . ἐπείτε
δὲ πολλὸν τοῦτο ἐγίνετο , εἶπε ὁ Ἄμασις πρὸς τὴν Λαδίκην ταύτην καλεομένην , ὦ γύναι , κατά με ἐφάρμαξας , καὶ ἔστι τοι οὐδεμία μηχανὴ μὴ οὐκ ἀπολωλέναι κάκιστα γυναικῶν πασέων . ἡ
δὲ Λαδίκη , ἐπείτε οἱ ἀρνευμένῃ οὐδὲν ἐγίνετο πρηΰτερος ὁ Ἄμασις , εὔχεται ἐν τῷ νόῳ τῇ Ἀφροδίτῃ , ἤν οἱ ὑπʼ ἐκείνην τὴν νύκτα μιχθῇ ὁ Ἄμασις , τοῦτο γάρ οἱ κακοῦ εἶναι μῆχος , ἄγαλμά οἱ ἀποπέμψειν ἐς Κυρήνην . μετὰ δὲ τὴν εὐχὴν αὐτίκα οἱ ἐμίχθη ὁ Ἄμασις . καὶ τὸ ἐνθεῦτεν ἤδη , ὁκότε ἔλθοι Ἄμασις πρὸς αὐτήν , ἐμίσγετο , καὶ κάρτα μιν ἔστερξε μετὰ τοῦτο . ἡ
δὲ Λαδίκη ἀπέδωκε τὴν εὐχὴν τῇ θεῷ · ποιησαμένη γὰρ ἄγαλμα ἀπέπεμψε ἐς Κυρήνην , τὸ ἔτι καὶ ἐς ἐμὲ ἦν σόον , ἔξω τετραμμένον τοῦ Κυρηναίων ἄστεος . ταύτην τὴν Λαδίκην , ὡς ἐπεκράτησε Καμβύσης Αἰγύπτου καὶ ἐπύθετο αὐτῆς ἥτις εἴη , ἀπέπεμψε ἀσινέα ἐς Κυρήνην .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.