ἔθυον δὲ πάντα πρότερον οἱ Πελασγοὶ θεοῖσι ἐπευχόμενοι , ὡς ἐγὼ ἐν Δωδώνῃ οἶδα ἀκούσας , ἐπωνυμίην δὲ οὐδʼ οὔνομα ἐποιεῦντο οὐδενὶ αὐτῶν · οὐ γὰρ ἀκηκόεσάν κω . θεοὺς δὲ προσωνόμασαν σφέας ἀπὸ τοῦ τοιούτου , ὅτι κόσμῳ θέντες τὰ πάντα πρήγματα καὶ πάσας νομὰς εἶχον .
ἔπειτα δὲ χρόνου πολλοῦ διεξελθόντος ἐπύθοντο ἐκ τῆς Αἰγύπτου ἀπικόμενα τὰ οὐνόματα τῶν θεῶν τῶν ἄλλων , Διονύσου δὲ ὕστερον πολλῷ ἐπύθοντο . καὶ μετὰ χρόνον ἐχρηστηριάζοντο περὶ τῶν οὐνομάτων ἐν Δωδώνῃ · τὸ γὰρ δὴ μαντήιον τοῦτο νενόμισται ἀρχαιότατον τῶν ἐν Ἕλλησι χρηστηρίων εἶναι , καὶ ἦν τὸν χρόνον τοῦτον μοῦνον . ἐπεὶ
ὦν ἐχρηστηριάζοντο ἐν τῇ Δωδώνῃ οἱ Πελασγοὶ εἰ ἀνέλωνται τὰ οὐνόματα τὰ ἀπὸ τῶν βαρβάρων ἥκοντα , ἀνεῖλε τὸ μαντήιον χρᾶσθαι . ἀπὸ μὲν δὴ τούτου τοῦ χρόνου ἔθυον τοῖσι οὐνόμασι τῶν θεῶν χρεώμενοι · παρὰ δὲ Πελασγῶν Ἕλληνες ἐξεδέξαντο ὕστερον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.