ἔφη δὲ Δίκαιος ὁ Θεοκύδεος , ἀνὴρ Ἀθηναῖος φυγάς τε καὶ παρὰ Μήδοισι λόγιμος γενόμενος τοῦτον τὸν χρόνον , ἐπείτε ἐκείρετο ἡ Ἀττικὴ χώρη ὑπὸ τοῦ πεζοῦ στρατοῦ τοῦ Ξέρξεω ἐοῦσα ἔρημος Ἀθηναίων , τυχεῖν τότε ἐὼν ἅμα Δημαρήτῳ τῷ Λακεδαιμονίῳ ἐν τῷ Θριασίῳ πεδίῳ , ἰδεῖν δὲ κονιορτὸν χωρέοντα ἀπʼ Ἐλευσῖνος ὡς ἀνδρῶν μάλιστά κῃ τρισμυρίων , ἀποθωμάζειν τε σφέας τὸν κονιορτὸν ὅτεων κοτὲ εἴη ἀνθρώπων , καὶ πρόκατε φωνῆς ἀκούειν , καί οἱ φαίνεσθαι τὴν φωνὴν εἶναι τὸν μυστικὸν ἴακχον .
εἶναι δʼ ἀδαήμονα τῶν ἱρῶν τῶν ἐν Ἐλευσῖνι γινομένων τὸν Δημάρητον , εἰρέσθαί τε αὐτὸν ὅ τι τὸ φθεγγόμενον εἴη τοῦτο . αὐτὸς δὲ εἰπεῖν Δημάρητε , οὐκ ἔστι ὅκως οὐ μέγα τι σίνος ἔσται τῇ βασιλέος στρατιῇ · τάδε γὰρ ἀρίδηλα , ἐρήμου ἐούσης τῆς Ἀττικῆς , ὅτι θεῖον τὸ φθεγγόμενον , ἀπʼ Ἐλευσῖνος ἰὸν ἐς τιμωρίην Ἀθηναίοισί τε καὶ τοῖσι συμμάχοισι .
ἢν μέν γε κατασκήψῃ ἐς τὴν Πελοπόννησον , κίνδυνος αὐτῷ τε βασιλέι καὶ τῇ στρατιῇ τῇ ἐν τῇ ἠπείρῳ ἔσται , ἢν δὲ ἐπὶ τὰς νέας τράπηται τὰς ἐν Σαλαμῖνι , τὸν ναυτικὸν στρατὸν κινδυνεύσει βασιλεὺς ἀποβαλεῖν .
δὲ ὁρτὴν ταύτην ἄγουσι Ἀθηναῖοι ἀνὰ πάντα ἔτεα τῇ Μητρὶ καὶ τῇ Κούρῃ , καὶ αὐτῶν τε ὁ βουλόμενος καὶ τῶν ἄλλων Ἑλλήνων μυεῖται · καὶ τὴν φωνὴν τῆς ἀκούεις ἐν ταύτῃ τῇ ὁρτῇ ἰακχάζουσι . πρὸς ταῦτα εἰπεῖν Δημάρητον σίγα τε καὶ μηδενὶ ἄλλῳ τὸν λόγον τοῦτον εἴπῃς ·
γάρ τοι ἐς βασιλέα ἀνενειχθῇ τὰ ἔπεα ταῦτα , ἀποβαλέεις τὴν κεφαλήν , καὶ σε οὔτε ἐγὼ δυνήσομαι ῥύσασθαι οὔτʼ ἄλλος ἀνθρώπων οὐδὲ εἶς . ἀλλʼ ἔχʼ ἥσυχος , περὶ δὲ στρατιῆς τῆσδε θεοῖσι μελήσει .
τὸν μὲν δὴ ταῦτα παραινέειν , ἐκ δὲ τοῦ κονιορτοῦ καὶ τῆς φωνῆς γενέσθαι νέφος καὶ μεταρσιωθὲν φέρεσθαι ἐπὶ Σαλαμῖνος ἐπὶ τὸ στρατόπεδον τὸ τῶν Ἑλλήνων . οὕτω δὴ αὐτοὺς μαθεῖν ὅτι τὸ ναυτικὸν τὸ Ξέρξεω ἀπολέεσθαι μέλλοι . ταῦτα μὲν Δίκαιος ὁ Θεοκύδεος ἔλεγε , Δημαρήτου τε καὶ ἄλλων μαρτύρων καταπτόμενος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.