Κροῖσος μὲν δὴ ταῦτά οἱ ὑπετίθετο , αἱρετώτερα ταῦτα εὑρίσκων Λυδοῖσι ἢ ἀνδραποδισθέντας πρηθῆναι σφέας , ἐπιστάμενος ὅτι ἢν μὴ ἀξιόχρεον πρόφασιν προτείνῃ , οὐκ ἀναπείσει μιν μεταβουλεύσασθαι , ἀρρωδέων δὲ μὴ καὶ ὕστερον κοτὲ οἱ Λυδοί , ἢν τὸ παρεὸν ὑπεκδράμωσι , ἀποστάντες ἀπὸ τῶν Περσέων ἀπόλωνται .
Κῦρος δὲ ἡσθεὶς τῇ ὑποθήκῃ καὶ ὑπεὶς τῆς ὀργῆς ἔφη οἱ πείθεσθαι . καλέσας δὲ Μαζάρεα ἄνδρα Μῆδον , ταῦτά τέ οἱ ἐνετείλατο προειπεῖν Λυδοῖσι τὰ ὁ Κροῖσος ὑπετίθετο , καὶ πρὸς ἐξανδραποδίσασθαι τοὺς ἄλλους πάντας οἳ μετὰ Λυδῶν ἐπὶ Σάρδις ἐστρατεύσαντο , αὐτὸν δὲ Πακτύην πάντως ζῶντα ἀγαγεῖν παρʼ ἑωυτόν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.