ταῦτα μὲν πάντα οἱ κατύπερθε τῶν ἑλέων οἰκέοντες Αἰγύπτιοι νομίζουσι · οἱ δὲ δὴ ἐν τοῖσι ἕλεσι κατοικημένοι τοῖσι μὲν αὐτοῖσι νόμοισι χρέωνται τοῖσι καὶ οἱ ἄλλοι Αἰγύπτιοι , καὶ τὰ ἄλλα καὶ γυναικὶ μιῇ ἕκαστος αὐτῶν συνοικέει κατά περ Ἕλληνες , ἀτὰρ πρὸς εὐτελείην τῶν σιτίων τάδε σφι ἄλλα ἐξεύρηται .
ἐπεὰν πλήρης γένηται ὁ ποταμὸς καὶ τὰ πεδία πελαγίσῃ , φύεται ἐν τῷ ὕδατι κρίνεα πολλά , τὰ Αἰγύπτιοι καλέουσι λωτόν · ταῦτʼ ἐπεὰν δρέψωσι αὐαίνουσι πρὸς ἥλιον καὶ ἔπειτα τὸ ἐκ μέσου τοῦ λωτοῦ , τῇ μήκωνι ἐὸν ἐμφερές , πτίσαντες ποιεῦνται ἐξ αὐτοῦ ἄρτους ὀπτοὺς πυρί . ἔστι
δὲ καὶ ἡ ῥίζα τοῦ λωτοῦ τούτου ἐδωδίμη καὶ ἐγγλύσσει ἐπιεικέως , ἐὸν στρογγύλον , μέγαθος κατὰ μῆλον . ἔστι
δὲ καὶ ἄλλα κρίνεα ῥόδοισι ἐμφερέα , ἐν τῷ ποταμῷ γινόμενα καὶ ταῦτα , ἐξ ὧν ὁ καρπὸς ἐν ἄλλῃ κάλυκι παραφυομένῃ ἐκ τῆς ῥίζης γίνεται , κηρίῳ σφηκῶν ἰδέην ὁμοιότατον · ἐν τούτῳ τρωκτὰ ὅσον τε πυρὴν ἐλαίης ἐγγίνεται συχνά , τρώγεται δὲ καὶ ἁπαλὰ ταῦτα καὶ αὖα . τὴν
δὲ βύβλον τὴν ἐπέτειον γινομένην ἐπεὰν ἀνασπάσωσι ἐκ τῶν ἑλέων , τὰ μὲν ἄνω αὐτῆς ἀποτάμνοντες ἐς ἄλλο τι τρέπουσι , τὸ δὲ κάτω λελειμμένον ὅσον τε ἐπὶ πῆχυν τρώγουσι καὶ πωλέουσι · οἳ δὲ ἂν καὶ κάρτα βούλωνται χρηστῇ τῇ βύβλῳ χρᾶσθαι , ἐν κλιβάνῳ διαφανέι πνίξαντες οὕτω τρώγουσι . οἳ δὲ τινὲς αὐτῶν ζῶσι ἀπὸ τῶν ἰχθύων μοῦνον , τοὺς ἐπεὰν λάβωσι καὶ ἐξέλωσι τὴν κοιλίην , αὐαίνουσι πρὸς ἥλιον καὶ ἔπειτα αὔους ἐόντας σιτέονται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.