ἔστι δὲ ἀπὸ τῆς λίμνης τῆς Μαιήτιδος ἐπὶ Φᾶσιν ποταμὸν καὶ ἐς Κόλχους τριήκοντα ἡμερέων εὐζώνῳ ὁδός , ἐκ δὲ τῆς Κολχίδος οὐ πολλὸν ὑπερβῆναι ἐς τὴν Μηδικήν , ἀλλʼ ἓν τὸ διὰ μέσου ἔθνος αὐτῶν ἐστι , Σάσπειρες , τοῦτο δὲ παραμειβομένοισι εἶναι ἐν τῇ Μηδικῇ .
οὐ μέντοι οἵ γε Σκύθαι ταύτῃ ἐσέβαλον , ἀλλὰ τὴν κατύπερθε ὁδὸν πολλῷ μακροτέρην ἐκτραπόμενοι , ἐν δεξιῇ ἔχοντες τὸ Καυκάσιον ὄρος . ἐνθαῦτα οἱ μὲν Μῆδοι συμβαλόντες τοῖσι Σκύθῃσι καὶ ἑσσωθέντες τῇ μάχῃ τῆς ἀρχῆς κατελύθησαν . οἱ δὲ Σκύθαι τὴν Ἀσίην πᾶσαν ἐπέσχον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.