τότε δὲ πεμφθεὶς ὑπὸ τῶν στρατηγῶν ὁ Φειδιππίδης οὗτος , ὅτε πέρ οἱ ἔφη καὶ τὸν Πᾶνα φανῆναι , δευτεραῖος ἐκ τοῦ Ἀθηναίων ἄστεος ἦν ἐν Σπάρτῃ , ἀπικόμενος δὲ ἐπὶ τοὺς ἄρχοντας ἔλεγε
ὦ Λακεδαιμόνιοι , Ἀθηναῖοι ὑμέων δέονται σφίσι βοηθῆσαι καὶ μὴ περιιδεῖν πόλιν ἀρχαιοτάτην ἐν τοῖσι Ἕλλησι δουλοσύνῃ περιπεσοῦσαν πρὸς ἀνδρῶν βαρβάρων · καὶ γὰρ νῦν Ἐρέτριά τε ἠνδραπόδισται καὶ πόλι λογίμῳ ἡ Ἑλλὰς γέγονε ἀσθενεστέρη .
ὃ μὲν δή σφι τὰ ἐντεταλμένα ἀπήγγελλε , τοῖσι δὲ ἕαδε μὲν βοηθέειν Ἀθηναίοισι , ἀδύνατα δέ σφι ἦν τὸ παραυτίκα ποιέειν ταῦτα , οὐ βουλομένοισι λύειν τὸν νόμον · ἦν γὰρ ἱσταμένου τοῦ μηνὸς εἰνάτη , εἰνάτῃ δὲ οὐκ ἐξελεύσεσθαι ἔφασαν μὴ οὐ πλήρεος ἐόντος τοῦ κύκλου .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.