Θεμιστοκλέης μὲν ταῦτα λέγων διέβαλλε , Ἀθηναῖοι δὲ ἐπείθοντο · ἐπειδὴ γὰρ καὶ πρότερον δεδογμένος εἶναι σοφὸς ἐφάνη ἐὼν ἀληθέως σοφός τε καὶ εὔβουλος , πάντως ἕτοιμοι ἦσαν λέγοντι πείθεσθαι .
ὡς δὲ οὗτοί οἱ ἀνεγνωσμένοι ἦσαν , αὐτίκα μετὰ ταῦτα ὁ Θεμιστοκλέης ἄνδρας ἀπέπεμπε ἔχοντας πλοῖον , τοῖσι ἐπίστευε σιγᾶν ἐς πᾶσαν βάσανον ἀπικνεομένοισι τὰ αὐτὸς ἐνετείλατο βασιλέι φράσαι · τῶν καὶ Σίκιννος ὁ οἰκέτης αὖτις ἐγένετο · οἳ ἐπείτε ἀπίκοντο πρὸς τὴν Ἀττικήν , οἳ μὲν κατέμενον ἐπὶ τῷ πλοίῳ , Σίκιννος δὲ ἀναβὰς παρὰ Ξέρξην ἔλεγε τάδε . ἔπεμψέ
με Θεμιστοκλέης ὁ Νεοκλέος , στρατηγὸς μὲν Ἀθηναίων ἀνὴρ δὲ τῶν συμμάχων πάντων ἄριστος καὶ σοφώτατος , φράσοντά τοι ὅτι Θεμιστοκλέης ὁ Ἀθηναῖος , σοὶ βουλόμενος ὑπουργέειν , ἔσχε τοὺς Ἕλληνας τὰς νέας βουλομένους διώκειν καὶ τὰς ἐν Ἑλλησπόντῳ γεφύρας λύειν . καὶ νῦν κατʼ ἡσυχίην πολλὴν κομίζεο . οἳ μὲν ταῦτα σημήναντες ἀπέπλεον ὀπίσω .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.