τοσαῦτα εἴπας Ἀρτάβανος , ἐλπίζων Ξέρξην ἀποδέξειν λέγοντα οὐδέν , ἐποίεε τὸ κελευόμενον . ἐνδὺς δὲ τὴν Ξέρξεω ἐσθῆτα καὶ ἱζόμενος ἐς τὸν βασιλήιον θρόνον ὡς μετὰ ταῦτα κοῖτον ἐποιέετο , ἦλθέ οἱ κατυπνωμένῳ τὠυτὸ ὄνειρον τὸ καὶ παρὰ Ξέρξην ἐφοίτα , ὑπερστὰν δὲ τοῦ Ἀρταβάνου εἶπε ·
ἆρα σὺ δὴ κεῖνος εἶς ὁ ἀποσπεύδων Ξέρξην στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα ὡς δὴ κηδόμενος αὐτοῦ ; ἀλλʼ οὔτε ἐς τὸ μετέπειτα οὔτε ἐς τὸ παραυτίκα νῦν καταπροΐξεαι ἀποτρέπων τὸ χρεὸν γενέσθαι . Ξέρξην δὲ τὰ δεῖ ἀνηκουστέοντα παθεῖν , αὐτῷ ἐκείνῳ δεδήλωται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.