καὶ οἱ Ἀλκμεωνίδαι ὁμοίως ἢ οὐδὲν ἧσσον τούτου ἦσαν μισοτύραννοι . θῶμα ὦν μοι καὶ οὐ προσίεμαι τὴν διαβολὴν τούτους γε ἀναδέξαι ἀσπίδα , οἵτινες ἔφευγόν τε τὸν πάντα χρόνον τοὺς τυράννους , ἐκ μηχανῆς τε τῆς τούτων ἐξέλιπον Πεισιστρατίδαι τὴν τυραννίδα ,
καὶ οὕτω τὰς Ἀθήνας οὗτοι ἦσαν οἱ ἐλευθερώσαντες πολλῷ μᾶλλον ἤ περ Ἁρμόδιός τε καὶ Ἀριστογείτων , ὡς ἐγὼ κρίνω . οἳ μὲν γὰρ ἐξηγρίωσαν τοὺς ὑπολοίπους Πεισιστρατιδέων Ἵππαρχον ἀποκτείναντες , οὐδέ τι μᾶλλον ἔπαυσαν τοὺς λοιποὺς τυραννεύοντας · Ἀλκμεωνίδαι δὲ ἐμφανέως ἠλευθέρωσαν , εἰ δὴ οὗτοί γε ἀληθέως ἦσαν οἱ τὴν Πυθίην ἀναπείσαντες προσημαίνειν Λακεδαιμονίοισι ἐλευθεροῦν τὰς Ἀθήνας , ὥς μοι πρότερον δεδήλωται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.