μέχρι μέν νυν Ῥαμψινίτου βασιλέος εἶναι ἐν Αἰγύπτῳ πᾶσαν εὐνομίην ἔλεγον καὶ εὐθηνέειν Αἴγυπτον μεγάλως , μετὰ δὲ τοῦτον βασιλεύσαντα σφέων Χέοπα ἐς πᾶσαν κακότητα ἐλάσαι . κατακληίσαντα γάρ μιν πάντα τὰ ἱρὰ πρῶτα μὲν σφέας θυσιέων τουτέων ἀπέρξαι , μετὰ δὲ ἐργάζεσθαι ἑωυτῷ κελεύειν πάντας Αἰγυπτίους .
τοῖσι μὲν δὴ ἀποδεδέχθαι ἐκ τῶν λιθοτομιέων τῶν ἐν τῷ Ἀραβίῳ ὄρεϊ , ἐκ τουτέων ἕλκειν λίθους μέχρι τοῦ Νείλου · διαπεραιωθέντας δὲ τὸν ποταμὸν πλοίοισι τοὺς λίθους ἑτέροισι ἐπέταξε ἐκδέκεσθαι καὶ πρὸς τὸ Λιβυκὸν καλεύμενον ὄρος , πρὸς τοῦτο ἕλκειν . ἐργάζοντο
δὲ κατὰ δέκα μυριάδας ἀνθρώπων αἰεὶ τὴν τρίμηνον ἑκάστην . χρόνον δὲ ἐγγενέσθαι τριβομένῳ τῷ λεῷ δέκα ἔτεα μὲν τῆς ὁδοῦ κατʼ ἣν εἷλκον τοὺς λίθους , τὴν ἔδειμαν ἔργον ἐὸν οὐ πολλῷ τεῳ ἔλασσον τῆς πυραμίδος . ὡς ἐμοὶ δοκέειν · τῆς
μὲν γὰρ μῆκος εἰσὶ πέντε στάδιοι , εὖρος δὲ δέκα ὀργυιαί , ὕψος δέ , τῇ ὑψηλοτάτη ἐστὶ αὐτὴ ἑωυτῆς , ὀκτὼ ὀργυιαί , λίθου δὲ ξεστοῦ καὶ ζῴων ἐγγεγλυμμένων · ταύτης τε δὴ τὰ δέκα ἔτεα γενέσθαι καὶ τῶν ἐπὶ τοῦ λόφου ἐπʼ οὗ ἑστᾶσι αἱ πυραμίδες , τῶν ὑπὸ γῆν οἰκημάτων , τὰς ἐποιέετο θήκας ἑωυτῷ ἐν νήσῳ , διώρυχα τοῦ Νείλου ἐσαγαγών . τῇ
δὲ πυραμίδι αὐτῇ χρόνον γενέσθαι εἴκοσι ἔτεα ποιευμένῃ · τῆς ἐστὶ πανταχῇ μέτωπον ἕκαστον ὀκτὼ , πλέθρα ἐούσης τετραγώνου καὶ ὕψος ἴσον , λίθου δὲ ξεστοῦ τε καὶ ἁρμοσμένου τὰ μάλιστα · οὐδεὶς τῶν λίθων τριήκοντα ποδῶν ἐλάσσων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.