βασιλεῦσαι δὲ τὸν Χέοπα τοῦτον Αἰγύπτιοι ἔλεγον πεντήκοντα ἔτεα , τελευτήσαντος δὲ τούτου ἐκδέξασθαι τὴν βασιληίην τὸν ἀδελφεὸν αὐτοῦ Χεφρῆνα · καὶ τοῦτον δὲ τῷ αὐτῷ τρόπῳ διαχρᾶσθαι τῷ ἑτέρῳ τά τε ἄλλα καὶ πυραμίδα ποιῆσαι , ἐς μὲν τὰ ἐκείνου μέτρα οὐκ ἀνήκουσαν ·
ταῦτα γὰρ ὦν καὶ ἡμεῖς ἐμετρήσαμεν · (οὔτε γὰρ ὕπεστι οἰκήματα ὑπὸ γῆν , οὔτε ἐκ τοῦ Νείλου διῶρυξ ἥκει ἐς αὐτὴν ὥσπερ ἐς τὴν ἑτέρην ῥέουσα · διʼ οἰκοδομημένου δὲ αὐλῶνος ἔσω νῆσον περιρρέει , ἐν τῇ αὐτὸν λέγουσι κεῖσθαι Χέοπα) · ὑποδείμας
δὲ τὸν πρῶτον δόμον λίθου Αἰθιοπικοῦ ποικίλου , τεσσεράκοντα πόδας ὑποβὰς τῆς ἑτέρης τὠυτὸ μέγαθος , ἐχομένην τῆς μεγάλης οἰκοδόμησε . ἑστᾶσι δὲ ἐπὶ λόφου τοῦ αὐτοῦ ἀμφότεραι , μάλιστα ἐς ἑκατὸν πόδας ὑψηλοῦ . βασιλεῦσαι δὲ ἔλεγον Χεφρῆνα ἓξ καὶ πεντήκοντα ἔτεα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.