Ἄργος δὲ ἀνδρῶν ἐχηρώθη οὕτω ὥστε οἱ δοῦλοι αὐτῶν ἔσχον πάντα τὰ πρήγματα ἄρχοντές τε καὶ διέποντες , ἐς ὃ ἐπήβησαν οἱ τῶν ἀπολομένων παῖδες · ἔπειτα σφέας οὗτοι ἀνακτώμενοι ὀπίσω ἐς ἑωυτοὺς τὸ Ἄργος ἐξέβαλον · ἐξωθεύμενοι δὲ οἱ δοῦλοι μάχῃ ἔσχον Τίρυνθα .
τέως μὲν δή σφι ἦν ἄρθμια ἐς ἀλλήλους , ἔπειτα δὲ ἐς τοὺς δούλους ἦλθε ἀνὴρ μάντις Κλέανδρος , γένος ἐὼν Φιγαλεὺς ἀπʼ Ἀρκαδίης · οὗτος τοὺς δούλους ἀνέγνωσε ἐπιθέσθαι τοῖσι δεσπότῃσι . ἐκ τούτου δὴ πόλεμός σφι ἦν ἐπὶ χρόνον συχνόν , ἐς ὃ δὴ μόγις οἱ Ἀργεῖοι ἐπεκράτησαν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.