Μαιάνδριος δὲ ἀποδρὰς ἐκ τῆς Σάμου ἐκπλέει ἐς Λακεδαίμονα · ἀπικόμενος δὲ ἐς αὐτὴν καὶ ἀνενεικάμενος τὰ ἔχων ἐξεχώρησε , ἐποίεε τοιάδε · ὅκως ποτήρια ἀργύρεά τε καὶ χρύσεα προθεῖτο , οἱ μὲν θεράποντες αὐτοῦ ἐξέσμων αὐτά , ὃ δʼ ἂν τὸν χρόνον τοῦτον τῷ Κλεομένεϊ τῷ Ἀναξανδρίδεω ἐν λόγοισι ἐών , βασιλεύοντι Σπάρτης , προῆγέ μιν ἐς τὰ οἰκία · ὅκως δὲ ἴδοιτο Κλεομένης τὰ ποτήρια , ἀπεθώμαζέ τε καὶ ἐξεπλήσσετο · ὁ δὲ ἂν ἐκέλευε αὐτὸν ἀποφέρεσθαι αὐτῶν ὅσα βούλοιτο .
τοῦτο καὶ δὶς καὶ τρὶς εἴπαντος Μαιανδρίου ὁ Κλεομένης δικαιότατος ἀνδρῶν γίνεται , ὃς λαβεῖν μὲν διδόμενα οὐκ ἐδικαίου , μαθὼν δὲ ὡς ἄλλοισι διδοὺς τῶν ἀστῶν εὑρήσεται τιμωρίην , βὰς ἐπὶ τοὺς ἐφόρους ἄμεινον εἶναι ἔφη τῇ Σπάρτῃ τὸν ξεῖνον τὸν Σάμιον ἀπαλλάσσεσθαι ἐκ τῆς Πελοποννήσου , ἵνα μὴ ἀναπείσῃ ἢ αὐτὸν ἢ ἄλλον τινὰ Σπαρτιητέων κακὸν γενέσθαι . οἳ δʼ ὑπακούσαντες ἐξεκήρυξαν Μαιάνδριον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.