εἰ δὲ ἄρα μή ἐστι τοῦτο τοιοῦτο οἷον ἐγὼ διαιρέω , ἀλλά τι τοῦ θείου μετέχον , σὺ πᾶν αὐτὸ συλλαβὼν εἴρηκας · φανήτω γὰρ δὴ καὶ ἐμοὶ ὡς καὶ σοὶ διακελευόμενον . φανῆναι δὲ οὐδὲν μᾶλλόν μοι ὀφείλει ἔχοντι τὴν ἐσθῆτα ἢ οὐ καὶ τὴν ἐμήν , οὐδέ τι μᾶλλον ἐν κοίτῃ τῇ σῇ ἀναπαυομένῳ ἢ οὐ καὶ ἐν τῇ ἐμῇ , εἴ πέρ γε καὶ ἄλλως ἐθέλει φανῆναι .
οὐ γὰρ δὴ ἐς τοσοῦτό γε εὐηθείης ἀνήκει τοῦτο , ὅ τι δή κοτε ἐστί , τὸ ἐπιφαινόμενόν τοι ἐν τῷ ὕπνῳ , ὥστε δόξει ἐμὲ ὁρῶν σὲ εἶναι , τῇ σῇ ἐσθῆτι τεκμαιρόμενον . εἰ δὲ ἐμὲ μὲν ἐν οὐδενὶ λόγῳ ποιήσεται οὐδὲ ἀξιώσει ἐπιφανῆναι , οὔτε ἢν τὴν ἐμὴν ἐσθῆτα ἔχω οὔτε ἢν τὴν σήν , οὐδὲ ἐπιφοιτήσει , τοῦτο ἤδη μαθητέον ἔσται . εἰ γὰρ δὴ ἐπιφοιτήσει γε συνεχέως , φαίην ἂν καὶ αὐτὸς θεῖον εἶναι .
εἰ δέ τοι οὕτω δεδόκηται γίνεσθαι καὶ οὐκ οἷά τε αὐτὸ παρατρέψαι , ἀλλʼ ἤδη δεῖ ἐμὲ ἐν κοίτῃ σῇ κατυπνῶσαι , φέρε , τούτων ἐξ ἐμεῦ ἐπιτελευμένων φανήτω καὶ ἐμοί . μέχρι δὲ τούτου τῇ παρεούσῃ γνώμῃ χρήσομαι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.