οἰκέουσι δὲ κατὰ τάδε Λίβυες . ἀπʼ Αἰγύπτου ἀρξάμενοι πρῶτοι Ἀδυρμαχίδαι Λιβύων κατοίκηνται , οἳ νόμοισι μὲν τὰ πλέω Αἰγυπτίοισι χρέωνται , ἐσθῆτα δὲ φορέουσι οἵην περ οἱ ἄλλοι Λίβυες . αἱ δὲ γυναῖκες αὐτῶν ψέλιον περὶ ἑκατέρῃ τῶν κνημέων φορέουσι χάλκεον · τὰς κεφαλὰς δὲ κομῶσαι , τοὺς φθεῖρας ἐπεὰν λάβωσι τοὺς ἑωυτῆς ἑκάστη ἀντιδάκνει καὶ οὕτω ῥίπτει .
οὗτοι δὲ μοῦνοι Λιβύων τοῦτο ἐργάζονται , καὶ τῷ βασιλέι μοῦνοι τὰς παρθένους μελλούσας συνοικέειν ἐπιδεικνύουσι . ἣ δὲ ἂν τῷ βασιλέι ἀρεστὴ γένηται , ὑπὸ τούτου διαπαρθενεύεται . παρήκουσι δὲ οὗτοι οἱ Ἀδυρμαχίδαι ἀπʼ Αἰγύπτου μέχρι λιμένος τῷ οὔνομα Πλυνός ἐστι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.