λέγουσι δὲ καὶ τάδε Καρχηδόνιοι . εἶναι τῆς Λιβύης χῶρόν τε καὶ ἀνθρώπους ἔξω Ἡρακλέων στηλέων κατοικημένους · ἐς τοὺς ἐπεὰν ἀπίκωνται καὶ ἐξέλωνται τὰ φορτία , θέντες αὐτὰ ἐπεξῆς παρὰ τὴν κυματωγήν , ἐσβάντες ἐς τὰ πλοῖα τύφειν καπνόν . τοὺς δʼ ἐπιχωρίους ἰδομένους τὸν καπνὸν ἰέναι ἐπὶ τὴν θάλασσαν καὶ ἔπειτα ἀντὶ τῶν φορτίων χρυσὸν τιθέναι καὶ ἐξαναχωρέειν πρόσω ἀπὸ τῶν φορτίων . τοὺς
δὲ Καρχηδονίους ἐκβάντας σκέπτεσθαι , καὶ ἢν μὲν φαίνηταί σφι ἄξιος ὁ χρυσὸς τῶν φορτίων , ἀνελόμενοι ἀπαλλάσσονται , ἢν δὲ μὴ ἄξιος , ἐσβάντες ὀπίσω ἐς τὰ πλοῖα κατέαται · οἱ δὲ προσελθόντες ἄλλον πρὸς ὦν ἔθηκαν χρυσόν , ἐς οὗ ἂν πείθωσι . ἀδικέειν δὲ οὐδετέρους . οὔτε
γὰρ αὐτοὺς τοῦ χρυσοῦ ἅπτεσθαι πρὶν ἄν σφι ἀπισωθῇ τῇ ἀξίῃ τῶν φορτίων , οὔτʼ ἐκείνους τῶν φορτίων ἅπτεσθαι πρότερον ἢ αὐτοὶ τὸ χρυσίον λάβωσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.