Λακεδαιμόνιοι δὲ στόλῳ μεγάλῳ ὡς ἀπίκοντο , ἐπολιόρκεον Σάμον · προσβαλόντες δὲ πρὸς τὸ τεῖχος τοῦ μὲν πρὸς θαλάσσῃ ἑστεῶτος πύργου κατὰ τὸ προάστειον τῆς πόλιος ἐπέβησαν , μετὰ δὲ αὐτοῦ βοηθήσαντος Πολυκράτεος χειρὶ πολλῇ ἀπηλάσθησαν .
κατὰ δὲ τὸν ἐπάνω πύργον τὸν ἐπὶ τῆς ῥάχιος τοῦ ὄρεος ἐπεόντα ἐπεξῆλθον οἵ τε ἐπίκουροι καὶ αὐτῶν Σαμίων συχνοί , δεξάμενοι δὲ τοὺς Λακεδαιμονίους ἐπʼ ὀλίγον χρόνον ἔφευγον ὀπίσω , οἳ δὲ ἐπισπόμενοι ἔκτεινον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.