ἀπὸ Βακτριανῶν δὲ μέχρι Αἰγλῶν ἑξήκοντα καὶ τριηκόσια τάλαντα φόρος ἦν · νομὸς δυωδέκατος οὗτος . ἀπὸ Πακτυϊκῆς δὲ καὶ Ἀρμενίων καὶ τῶν προσεχέων μέχρι τοῦ πόντου τοῦ Εὐξείνου τετρακόσια τάλαντα · νομὸς τρίτος καὶ δέκατος οὗτος .
ἀπὸ δὲ Σαγαρτίων καὶ Σαραγγέων καὶ Θαμαναίων καὶ Οὐτίων καὶ Μύκων καὶ τῶν ἐν τῇσι νήσοισι οἰκεόντων τῶν ἐν τῇ Ἐρυθρῇ θαλάσσῃ , ἐν τῇσι τοὺς ἀνασπάστους καλεομένους κατοικίζει βασιλεύς , ἀπὸ τούτων πάντων ἑξακόσια τάλαντα ἐγίνετο φόρος · νομὸς τέταρτος καὶ δέκατος οὗτος . Σάκαι
δὲ καὶ Κάσπιοι πεντήκοντα καὶ διηκόσια ἀπαγίνεον τάλαντα · νομὸς πέμπτος καὶ δέκατος οὗτος . Πάρθοι δὲ καὶ Χοράσμιοι καὶ Σόγδοι τε καὶ Ἄρειοι τριηκόσια τάλαντα · νομὸς ἕκτος καὶ δέκατος οὗτος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.