ἀπικομένῃ δὲ τῇ μητρὶ ἐσθεὶς ἐς τὰς χεῖράς οἱ τῶν σπλάγχνων κατικέτευε , τοιάδε λέγων . ὦ μῆτερ , θεῶν σε τῶν τε ἄλλων καταπτόμενος ἱκετεύω καὶ τοῦ ἑρκείου Διὸς τοῦδε φράσαι μοι τὴν ἀληθείην , τίς μευ ἐστὶ πατὴρ ὀρθῷ λόγῳ .
Λευτυχίδης μὲν γὰρ ἔφη ἐν τοῖσι νείκεσι λέγων κυέουσάν σε ἐκ τοῦ προτέρου ἀνδρὸς οὕτω ἐλθεῖν παρὰ Ἀρίστωνα · οἱ δὲ καὶ τὸν ματαιότερον λόγον λέγοντες φασί σε ἐλθεῖν παρὰ τῶν οἰκετέων τὸν ὀνοφορβόν , καὶ ἐμὲ ἐκείνου εἶναι παῖδα .
ἐγώ σε ὦν μετέρχομαι τῶν θεῶν εἰπεῖν τὠληθές · οὔτε γάρ , εἴ περ πεποίηκάς τι τῶν λεγομένων , μούνη δὴ πεποίηκας , μετὰ πολλέων δέ · ὅ τε λόγος πολλὸς ἐν Σπάρτῃ ὡς Ἀρίστωνι σπέρμα παιδοποιὸν οὐκ ἐνῆν · τεκεῖν γὰρ ἄν οἱ καὶ τὰς προτέρας γυναῖκας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.