πλέοντες δὲ ἐνθεῦτεν οἱ Πέρσαι καὶ διώκοντες Δημοκήδεα ἀπικνέονται ἐς τὴν Κρότωνα , εὑρόντες δέ μιν ἀγοράζοντα ἅπτοντο αὐτοῦ .
τῶν δὲ Κροτωνιητέων οἳ μὲν καταρρωδέοντες τὰ Περσικὰ πρήγματα προϊέναι ἕτοιμοι ἦσαν , οἳ δὲ ἀντάπτοντο καὶ τοῖσι σκυτάλοισι ἔπαιον τοὺς Πέρσας προϊσχομένους ἔπεα τάδε . ἄνδρες Κροτωνιῆται , ὁρᾶτε τὰ ποιέετε · ἄνδρα βασιλέος δρηπέτην γενόμενον ἐξαιρέεσθε .
ταῦτα βασιλέι Δαρείῳ ἐκχρήσει περιυβρίσθαι ; κῶς δὲ ὑμῖν τὰ ποιεύμενα ἕξει καλῶς , ἢν ἀπέλησθε ἡμέας ; ἐπὶ τίνα δὲ τῆσδε προτέρην στρατευσόμεθα πόλιν ; τίνα δὲ προτέρην ἀνδραποδίζεσθαι περιησόμεθα ;
ταῦτα λέγοντες τοὺς Κροτωνιήτας οὔκων ἔπειθον , ἀλλʼ ἐξαιρεθέντες τε τὸν Δημοκήδεα καὶ τὸν γαῦλον τὸν ἅμα ἤγοντο ἀπαιρεθέντες ἀπέπλεον ὀπίσω ἐς τὴν Ἀσίην , οὐδʼ ἔτι ἐζήτησαν τὸ προσωτέρω τῆς Ἑλλάδος ἀπικόμενοι ἐκμαθεῖν , ἐστερημένοι τοῦ ἡγεμόνος . τοσόνδε
μέντοι ἐνετείλατό σφι Δημοκήδης ἀναγομένοισι , κελεύων εἰπεῖν σφεας Δαρείῳ ὅτι ἅρμοσται τὴν Μίλωνος θυγατέρα Δημοκήδης γυναῖκα . τοῦ γὰρ δὴ παλαιστέω Μίλωνος ἦν οὔνομα πολλὸν παρὰ βασιλέι · κατὰ δὲ τοῦτό μοι δοκέει σπεῦσαι τὸν γάμον τοῦτον τελέσας χρήματα μεγάλα Δημοκήδης , ἵνα φανῇ πρὸς Δαρείου ἐὼν καὶ ἐν τῇ ἑωυτοῦ δόκιμος .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.