γέρεά τε δὴ τάδε τοῖσι βασιλεῦσι Σπαρτιῆται δεδώκασι , ἱρωσύνας δύο , Διός τε Λακεδαίμονος καὶ Διὸς οὐρανίου , καὶ πόλεμον ἐκφέρειν ἐπʼ ἣν ἂν βούλωνται χώρην , τούτου δὲ μηδένα εἶναι Σπαρτιητέων διακωλυτήν , εἰ δὲ μὴ αὐτὸν ἐν τῷ ἄγεϊ ἐνέχεσθαι . στρατευομένων δὲ πρώτους ἰέναι τοὺς βασιλέας , ὑστάτους δὲ ἀπιέναι · ἑκατὸν δὲ ἄνδρας λογάδας ἐπὶ στρατιῆς φυλάσσειν αὐτούς · προβάτοισι δὲ χρᾶσθαι ἐν τῇσι ἐξοδίῃσι ὁκόσοισι ἂν ὦν ἐθέλωσι , τῶν δὲ θυομένων πάντων τὰ δέρματά τε καὶ τὰ νῶτα λαμβάνειν σφεας .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.