ταῦτα ἐντειλάμενος ἤιε ἐπὶ τὰς πύλας , ἐπιστρεφόμενος ὡς δὴ ἀληθέως αὐτόμολος . ὁρῶντες δὲ ἀπὸ τῶν πύργων οἱ κατὰ τοῦτο τεταγμένοι κατέτρεχον κάτω καὶ ὀλίγον τι παρακλίναντες τὴν ἑτέρην πύλην εἰρώτων τίς τε εἴη καὶ ὅτευ δεόμενος ἥκοι . ὁ δέ σφι ἠγόρευε ὡς εἴη τε Ζώπυρος καὶ αὐτομολέοι ἐς ἐκείνους .
ἦγον δή μιν οἱ πυλουροί , ταῦτα ὡς ἤκουσαν , ἐπὶ τὰ κοινὰ τῶν Βαβυλωνίων · καταστὰς δὲ ἐπʼ αὐτὰ κατοικτίζετο , φὰς ὑπὸ Δαρείου πεπονθέναι τὰ ἐπεπόνθεε ὑπʼ ἑωυτοῦ , παθεῖν δὲ ταῦτα διότι συμβουλεῦσαι οἱ ἀπανιστάναι τὴν στρατιήν , ἐπείτε δὴ οὐδεὶς πόρος ἐφαίνετο τῆς ἁλώσιος . νῦν
τε ἔφη λέγων ἐγὼ ὑμῖν ὦ Βαβυλώνιοι ἥκω μέγιστον ἀγαθόν , Δαρείῳ δὲ καὶ τῇ στρατιῇ καὶ Πέρσῃσι μέγιστον κακόν · οὐ γὰρ δὴ ἐμέ γε ὧδε λωβησάμενος καταπροΐξεται · ἐπίσταμαι δʼ αὐτοῦ πάσας τὰς διεξόδους τῶν βουλευμάτων . τοιαῦτα ἔλεγε .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.