βουλευομένοισι δὲ τοῖσι στρατηγοῖσι ἔδοξε , ἣν ὑπερβάλωνται ἐκείνην τὴν ἡμέρην οἱ Πέρσαι συμβολὴν ποιεύμενοι , ἐς τὴν νῆσον ἰέναι . ἣ δὲ ἐστὶ ἀπὸ τοῦ Ἀσωποῦ καὶ τῆς κρήνης τῆς Γαργαφίης , ἐπʼ ᾗ ἐστρατοπεδεύοντο τότε , δέκα σταδίους ἀπέχουσα , πρὸ τῆς Πλαταιέων πόλιος .
νῆσος δὲ οὕτω ἂν εἴη ἐν ἠπείρῳ · σχιζόμενος ὁ ποταμὸς ἄνωθεν ἐκ τοῦ Κιθαιρῶνος ῥέει κάτω ἐς τὸ πεδίον , διέχων ἀπʼ ἀλλήλων τὰ ῥέεθρα ὅσον περ τρία στάδια , καὶ ἔπειτα συμμίσγει ἐς τὠυτό . οὔνομα δέ οἱ Ὠερόη · θυγατέρα
δὲ ταύτην λέγουσι εἶναι Ἀσωποῦ οἱ ἐπιχώριοι . ἐς τοῦτον δὴ τὸν χῶρον ἐβουλεύσαντο μεταναστῆναι , ἵνα καὶ ὕδατι ἔχωσι χρᾶσθαι ἀφθόνῳ καὶ οἱ ἱππέες σφέας μὴ σινοίατο ὥσπερ κατιθὺ ἐόντων · μετακινέεσθαί τε ἐδόκεε τότε ἐπεὰν τῆς νυκτὸς ᾖ δευτέρη φυλακή , ὡς ἂν μὴ ἰδοίατο οἱ Πέρσαι ἐξορμωμένους καί σφεας ἑπόμενοι ταράσσοιεν οἱ ἱππόται . ἀπικομένων
δὲ ἐς τὸν χῶρον τοῦτον , τὸν δὴ ἡ Ἀσωπὶς Ὠερόη περισχίζεται ῥέουσα ἐκ τοῦ Κιθαιρῶνος , ὑπὸ τὴν νύκτα ταύτην ἐδόκεε τοὺς ἡμίσεας ἀποστέλλειν τοῦ στρατοπέδου πρὸς τὸν Κιθαιρῶνα , ὡς ἀναλάβοιεν τοὺς ὀπέωνας τοὺς ἐπὶ τὰ σιτία οἰχομένους · ἦσαν γὰρ ἐν τῷ Κιθαιρῶνι ἀπολελαμμένοι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.