πέμπτῃ δὲ ἢ ἕκτῃ ἡμέρῃ ἀπὸ τούτων τάδε οἱ συνήνεικε γενέσθαι . ἀνὴρ ἁλιεὺς λαβὼν ἰχθὺν μέγαν τε καὶ καλὸν ἠξίου μιν Πολυκράτεϊ δῶρον δοθῆναι · φέρων δὴ ἐπὶ τὰς θύρας Πολυκράτεϊ ἔφη ἐθέλειν ἐλθεῖν ἐς ὄψιν , χωρήσαντος δέ οἱ τούτου ἔλεγε διδοὺς τὸν ἰχθύν
ὦ βασιλεῦ , ἐγὼ τόνδε ἑλὼν οὐκ ἐδικαίωσα φέρειν ἐς ἀγορήν , καίπερ ἐὼν ἀποχειροβίοτος , ἀλλά μοι ἐδόκεε σεῦ τε εἶναι ἄξιος καὶ τῆς σῆς ἀρχῆς · σοὶ δή μιν φέρων δίδωμι . ὁ δὲ ἡσθεὶς τοῖσι ἔπεσι ἀμείβεται τοῖσιδε . κάρτα τε εὖ ἐποίησας καὶ χάρις διπλῆ τῶν τε λόγων καὶ τοῦ δώρου , καί σε ἐπὶ δεῖπνον καλέομεν .
ὃ μὲν δὴ ἁλιεὺς μέγα ποιεύμενος ταῦτα ἤιε ἐς τὰ οἰκία , τὸν δὲ ἰχθὺν τάμνοντες οἱ θεράποντες εὑρίσκουσι ἐν τῇ νηδύι αὐτοῦ ἐνεοῦσαν τὴν Πολυκράτεος σφρηγῖδα .
ὡς δὲ εἶδόν τε καὶ ἔλαβον τάχιστα , ἔφερον κεχαρηκότες παρὰ τὸν Πολυκράτεα , διδόντες δέ οἱ τὴν σφρηγῖδα ἔλεγον ὅτεῳ τρόπῳ εὑρέθη . τὸν δὲ ὡς ἐσῆλθε θεῖον εἶναι τὸ πρῆγμα , γράφει ἐς βυβλίον πάντα τὰ ποιήσαντά μιν οἷα καταλελάβηκε , γράψας δὲ ἐς Αἴγυπτον ἐπέθηκε .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.