Ἀρτάβανος μὲν ταῦτα ἔλεξε , Ξέρξης δὲ θυμωθεὶς ἀμείβεται τοῖσιδε . Ἀρτάβανε , πατρὸς εἶς τοῦ ἐμοῦ ἀδελφεός · τοῦτό σε ῥύσεται μηδένα ἄξιον μισθὸν λαβεῖν ἐπέων ματαίων . καί τοι ταύτην τὴν ἀτιμίην προστίθημι ἐόντι κακῷ καὶ ἀθύμῳ , μήτε συστρατεύεσθαι ἔμοιγε ἐπὶ τὴν Ἑλλάδα αὐτοῦ τε μένειν ἅμα τῇσι γυναιξί · ἐγὼ δὲ καὶ ἄνευ σέο ὅσα περ εἶπα ἐπιτελέα ποιήσω .
μὴ γὰρ εἴην ἐκ Δαρείου τοῦ Ὑστάσπεος τοῦ Ἀρσάμεος τοῦ Ἀριαράμνεω τοῦ Τεΐσπεος τοῦ Κύρου τοῦ Καμβύσεω τοῦ Τεΐσπεος τοῦ Ἀχαιμένεος γεγονώς , μὴ τιμωρησάμενος Ἀθηναίους , εὖ ἐπιστάμενος ὅτι εἰ ἡμεῖς ἡσυχίην ἄξομεν , ἀλλʼ οὐκ ἐκεῖνοι , ἀλλὰ καὶ μάλα στρατεύσονται ἐπὶ τὴν ἡμετέρην , εἰ χρὴ σταθμώσασθαι τοῖσι ὑπαργμένοισι ἐξ ἐκείνων , οἳ Σάρδις τε ἐνέπρησαν καὶ ἤλασαν ἐς τὴν Ἀσίην .
οὔκων ἐξαναχωρέειν οὐδετέροισι δυνατῶς ἔχει , ἀλλὰ ποιέειν ἢ παθεῖν πρόκειται ἀγών , ἵνα ἢ τάδε πάντα ὑπὸ Ἕλλησι ἢ ἐκεῖνα πάντα ὑπὸ Πέρσῃσι γένηται · τὸ γὰρ μέσον οὐδὲν τῆς ἔχθρης ἐστί .
καλὸν ὦν προπεπονθότας ἡμέας τιμωρέειν ἤδη γίνεται , ἵνα καὶ τὸ δεινὸν τὸ πείσομαι τοῦτο μάθω , ἐλάσας ἐπʼ ἄνδρας τούτους , τούς γε καὶ Πέλοψ ὁ Φρύξ , ἐὼν πατέρων τῶν ἐμῶν δοῦλος , κατεστρέψατο οὕτω ὡς καὶ ἐς τόδε αὐτοί τε ὥνθρωποι καὶ ἡ γῆ αὐτῶν ἐπώνυμοι τοῦ καταστρεψαμένου καλέονται .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.