τὸν δὲ αὐτὸν τοῦτον χρόνον Θήρας ὁ Αὐτεσίωνος τοῦ Τισαμενοῦ τοῦ Θερσάνδρου τοῦ Πολυνείκεος ἔστελλε ἐς ἀποικίην ἐκ Λακεδαίμονος · ἦν
δὲ ὁ Θήρας οὗτος , γένος ἐὼν Καδμεῖος , τῆς μητρὸς ἀδελφεὸς τοῖσι Ἀριστοδήμου παισὶ Εὐρυσθένεϊ καὶ Προκλέι . ἐόντων δὲ ἔτι τῶν παίδων τούτων νηπίων ἐπιτροπαίην εἶχε ὁ Θήρας τὴν ἐν Σπάρτῃ βασιληίην . αὐξηθέντων
δὲ τῶν ἀδελφιδέων καὶ παραλαβόντων τὴν ἀρχήν , οὕτω δὴ ὁ Θήρας δεινὸν ποιεύμενος ἄρχεσθαι ὑπʼ ἄλλων ἐπείτε ἐγεύσατο ἀρχῆς , οὐκ ἔφη μένειν ἐν τῇ Λακεδαίμονι ἀλλʼ ἀποπλεύσεσθαι ἐς τοὺς συγγενέας . ἦσαν
δὲ ἐν τῇ νῦν Θήρῃ καλεομένῃ νήσῳ , πρότερον δὲ Καλλίστῃ τῇ αὐτῇ ταύτῃ , ἀπόγονοι Μεμβλιάρου τοῦ Ποικίλεω ἀνδρὸς Φοίνικος . Κάδμος γὰρ ὁ Ἀγήνορος Εὐρώπην διζήμενος προσέσχε ἐς τὴν νῦν Θήρην καλεομένην · προσσχόντι δὲ εἴτε δή οἱ ἡ χώρη ἤρεσε , εἴτε καὶ ἄλλως ἠθέλησε ποιῆσαι τοῦτο · καταλείπει γὰρ ἐν τῇ νήσῳ ταύτῃ ἄλλους τε τῶν Φοινίκων καὶ δὴ καὶ τῶν ἑωυτοῦ συγγενέων Μεμβλίαρον . οὗτοι
ἐνέμοντο τὴν Καλλίστην καλεομένην ἐπὶ γενεάς , πρὶν ἤ Θήραν ἐλθεῖν ἐκ Λακεδαίμονος , ὀκτὼ ἀνδρῶν .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.