ὡς δὲ ταῦτά οἱ ἐπεποίητο , διέβαινον κατὰ μὲν τὴν ἑτέρην τῶν γεφυρέων τὴν πρὸς τοῦ Πόντου ὁ πεζός τε καὶ ἡ ἵππος ἅπασα , κατὰ δὲ τὴν πρὸς τὸ Αἰγαῖον τὰ ὑποζύγια καὶ ἡ θεραπηίη .
ἡγέοντο δὲ πρῶτα μὲν οἱ μύριοι Πέρσαι , ἐστεφανωμένοι πάντες , μετὰ δὲ τούτους ὁ σύμμικτος στρατὸς παντοίων ἐθνέων . ταύτην μὲν τὴν ἡμέρην οὗτοι , τῇ δὲ ὑστεραίῃ πρῶτοι μὲν οἵ τε ἱππόται καὶ οἱ τὰς λόγχας κάτω τρέποντες · ἐστεφάνωντο δὲ καὶ οὗτοι . μετὰ
δὲ οἵ τε ἵπποι οἱ ἱροὶ καὶ τὸ ἅρμα τὸ ἱρόν , ἐπὶ δὲ αὐτός τε Ξέρξης καὶ οἱ αἰχμοφόροι καὶ οἱ ἱππόται οἱ χίλιοι , ἐπὶ δὲ τούτοισι ὁ ἄλλος στρατός . καὶ αἱ νέες ἅμα ἀνήγοντο ἐς τὴν ἀπεναντίον . ἤδη δὲ ἤκουσα καὶ ὕστατον διαβῆναι βασιλέα πάντων .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.