οἱ δὲ ἐν τῷ τείχεϊ ἐς πᾶν ἤδη κακοῦ ἀπιγμένοι ἦσαν , οὕτω ὥστε τοὺς τόνους ἕψοντες τῶν κλινέων ἐσιτέοντο . ἐπείτε δὲ οὐδὲ ταῦτα ἔτι εἶχον , οὕτω δὴ ὑπὸ νύκτα οἴχοντο ἀποδράντες οἵ τε Πέρσαι καὶ ὁ Ἀρταΰκτης καὶ ὁ Οἰόβαζος , ὄπισθε τοῦ τείχεος καταβάντες , τῇ ἦν ἐρημότατον τῶν πολεμίων .
ὡς δὲ ἡμέρη ἐγένετο , οἱ Χερσονησῖται ἀπὸ τῶν πύργων ἐσήμηναν τοῖσι Ἀθηναίοισι τὸ γεγονὸς καὶ τὰς πύλας ἄνοιξαν . τῶν δὲ οἱ μὲν πλεῦνες ἐδίωκον , οἳ δὲ τὴν πόλιν εἶχον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.