ὃ δʼ ἀμείβετο λέγων ὦ βασιλεῦ , οὔτε στρατὸν τοῦτον , ὅστις γε σύνεσιν ἔχει , μέμφοιτʼ ἂν οὔτε τῶν νεῶν τὸ πλῆθος · ἢν δὲ πλεῦνας συλλέξῃς , τὰ δύο τοι τὰ λέγω πολλῷ ἔτι πολεμιώτερα γίνεται . τὰ δὲ δύο ταῦτα ἐστὶ γῆ τε καὶ θάλασσα .
οὔτε γὰρ τῆς θαλάσσης ἐστὶ λιμὴν τοσοῦτος οὐδαμόθι , ὡς ἐγὼ εἰκάζω , ὅστις ἐγειρομένου χειμῶνος δεξάμενός σευ τοῦτο τὸ ναυτικὸν φερέγγυος ἔσται διασῶσαι τὰς νέας . καίτοι οὐκὶ ἕνα αὐτὸν δεῖ εἶναι τὸν λιμένα , ἀλλὰ παρὰ πᾶσαν τὴν ἤπειρον παρʼ ἣν δὴ κομίζεαι .
οὔκων δὴ ἐόντων τοι λιμένων ὑποδεξίων , μάθε ὅτι αἱ συμφοραὶ τῶν ἀνθρώπων ἄρχουσι καὶ οὐκὶ ὥνθρωποι τῶν συμφορέων . καὶ δὴ τῶν δύο τοι τοῦ ἑτέρου εἰρημένου τὸ ἕτερον ἔρχομαι ἐρέων .
γῆ δὲ πολεμίη τῇδέ τοι κατίσταται · εἰ θέλει τοι μηδὲν ἀντίξοον καταστῆναι , τοσούτῳ τοι γίνεται πολεμιωτέρη ὅσῳ ἂν προβαίνῃς ἑκαστέρω , τὸ πρόσω αἰεὶ κλεπτόμενος · εὐπρηξίης δὲ οὐκ ἔστι ἀνθρώποισι οὐδεμία πληθώρη .
καὶ δή τοι , ὡς οὐδενὸς ἐναντιευμένου , λέγω τὴν χώρην πλεῦνα ἐν πλέονι χρόνῳ γινομένην λιμὸν τέξεσθαι . ἀνὴρ δὲ οὕτω ἂν εἴη ἄριστος , εἰ βουλευόμενος μὲν ἀρρωδέοι , πᾶν ἐπιλεγόμενος πείσεσθαι χρῆμα , ἐν δὲ τῷ ἔργῳ θρασὺς εἴη .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.