οἱ μὲν δὴ ἄλλοι κατέσχον ἐς τὴν Σαλαμῖνα , Ἀθηναῖοι δὲ ἐς τὴν ἑωυτῶν . μετὰ δὲ τὴν ἄπιξιν κήρυγμα ἐποιήσαντο , Ἀθηναίων τῇ τις δύναται σώζειν τέκνα τε καὶ τοὺς οἰκέτας . ἐνθαῦτα οἱ μὲν πλεῖστοι ἐς Τροίζηνα ἀπέστειλαν , οἳ δὲ ἐς Αἴγιναν , οἳ δὲ ἐς Σαλαμῖνα .
ἔσπευσαν δὲ ταῦτα ὑπεκθέσθαι τῷ χρηστηρίῳ τε βουλόμενοι ὑπηρετέειν καὶ δὴ καὶ τοῦδε εἵνεκα οὐκ ἥκιστα . λέγουσι Ἀθηναῖοι ὄφιν μέγαν φύλακα τῆς ἀκροπόλιος ἐνδιαιτᾶσθαι ἐν τῷ ἱρῷ · λέγουσί τε ταῦτα καὶ δὴ ὡς ἐόντι ἐπιμήνια ἐπιτελέουσι προτιθέντες · τὰ δʼ ἐπιμήνια μελιτόεσσα ἐστί . αὕτη
δὴ ἡ μελιτόεσσα ἐν τῷ πρόσθε αἰεὶ χρόνῳ ἀναισιμουμένη τότε ἦν ἄψαυστος . σημηνάσης δὲ ταῦτα τῆς ἱρείης , μᾶλλόν τι οἱ Ἀθηναῖοι καὶ προθυμότερον ἐξέλιπον τὴν πόλιν , ὡς καὶ τῆς θεοῦ ἀπολελοιπυίης τὴν ἀκρόπολιν . ὡς δέ σφι πάντα ὑπεξέκειτο , ἔπλεον ἐς τὸ στρατόπεδον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.