ἀκούων δὲ Ξέρξης οὐκ εἶχε συμβαλέσθαι τὸ ἐόν , ὅτι παρασκευάζοιντο ὡς ἀπολεόμενοί τε καὶ ἀπολέοντες κατὰ δύναμιν · ἀλλʼ αὐτῷ γελοῖα γὰρ ἐφαίνοντο ποιέειν , μετεπέμψατο Δημάρητον τὸν Ἀρίστωνος ἐόντα ἐν τῷ στρατοπέδῳ ·
ἀπικόμενον δέ μιν εἰρώτα Ξέρξης ἕκαστα τούτων , ἐθέλων μαθεῖν τὸ ποιεύμενον πρὸς τῶν Λακεδαιμονίων . ὁ δὲ εἶπε Ἤκουσας μὲν καὶ πρότερόν μευ , εὖτε ὁρμῶμεν ἐπὶ τὴν Ἑλλάδα , περὶ τῶν ἀνδρῶν τούτων , ἀκούσας δὲ γέλωτά με ἔθευ λέγοντα τῇ περ ὥρων ἐκβησόμενα πρήγματα ταῦτα · ἐμοὶ γὰρ τὴν ἀληθείην ἀσκέειν ἀντία σεῦ βασιλεῦ ἀγὼν μέγιστος ἐστί .
δὲ καὶ νῦν · οἱ ἄνδρες οὗτοι ἀπίκαται μαχησόμενοι ἡμῖν περὶ τῆς ἐσόδου , καὶ ταῦτα παρασκευάζονται . νόμος γάρ σφι ἔχων οὕτω ἐστί · ἐπεὰν μέλλωσι κινδυνεύειν τῇ ψυχῇ , τότε τὰς κεφαλὰς κοσμέονται .
δέ , εἰ τούτους γε καὶ τὸ ὑπομένον ἐν Σπάρτῃ καταστρέψεαι , ἔστι οὐδὲν ἄλλο ἔθνος ἀνθρώπων τὸ σὲ βασιλεῦ ὑπομενέει χεῖρας ἀνταειρόμενον · νῦν γὰρ πρὸς βασιληίην τε καὶ καλλίστην πόλιν τῶν ἐν Ἕλλησι προσφέρεαι καὶ ἄνδρας ἀρίστους .
κάρτα τε δὴ Ξέρξῃ ἄπιστα ἐφαίνετο τὰ λεγόμενα εἶναι , καὶ δεύτερα ἐπειρώτα ὅντινα τρόπον τοσοῦτοι ἐόντες τῇ ἑωυτοῦ στρατιῇ μαχήσονται . ὁ δὲ εἶπε ὦ βασιλεῦ , ἐμοὶ χρᾶσθαι ὡς ἀνδρὶ ψεύστῃ , ἢν μὴ ταῦτά τοι ταύτῃ ἐκβῇ τῇ ἐγὼ λέγω .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.