πυθόμενος δὲ κατʼ ὁδὸν ταῦτα ὁ Κῦρος εἶπε πρὸς Κροῖσον τάδε . Κροῖσε , τί ἔσται τέλος τῶν γινομένων τούτων ἐμοί ; οὐ παύσονται Λυδοί , ὡς οἴκασι , πρήγματα παρέχοντες καὶ αὐτοὶ ἔχοντες . φροντίζω μὴ ἄριστον ᾖ ἐξανδραποδίσασθαι σφέας . ὁμοίως γὰρ μοι νῦν γε φαίνομαι πεποιηκέναι ὡς εἴ τις πατέρα ἀποκτείνας τῶν παίδων αὐτοῦ φείσατο ·
ὡς δὲ καὶ ἐγὼ Λυδῶν τὸν μὲν πλέον τι ἢ πατέρα ἐόντα σὲ λαβὼν ἄγω , αὐτοῖσι δὲ Λυδοῖσι τὴν πόλιν παρέδωκα , καὶ ἔπειτα θωμάζω εἰ μοι ἀπεστᾶσι . ὃ μὲν δὴ τά περ ἐνόεε ἔλεγε , ὃ δʼ ἀμείβετο τοῖσιδε , δείσας μὴ ἀναστάτους ποιήσῃ τὰς Σάρδις .
ὦ βασιλεῦ , τὰ μὲν οἰκότα εἴρηκας , σὺ μέντοι μὴ πάντα θυμῷ χρέο , μηδὲ πόλιν ἀρχαίην ἐξαναστήσῃς ἀναμάρτητον ἐοῦσαν καὶ τῶν πρότερον καὶ τῶν νῦν ἑστεώτων . τὰ μὲν γὰρ πρότερον ἐγώ τε ἔπρηξα καὶ ἐγὼ κεφαλῇ ἀναμάξας φέρω · τὰ δὲ νῦν παρεόντα Πακτύης γὰρ ἐστὶ ὁ ἀδικέων , τῷ σὺ ἐπέτρεψας Σάρδις , οὗτος δότω τοι δίκην .
Λυδοῖσι δὲ συγγνώμην ἔχων τάδε αὐτοῖσι ἐπίταξον , ὡς μήτε ἀποστέωσι μήτε δεινοί τοι ἔωσι · ἄπειπε μέν σφι πέμψας ὅπλα ἀρήια μὴ ἐκτῆσθαι , κέλευε δὲ σφέας κιθῶνάς τε ὑποδύνειν τοῖσι εἵμασι καὶ κοθόρνους ὑποδέεσθαι , πρόειπε δʼ αὐτοῖσι κιθαρίζειν τε καὶ ψάλλειν καὶ καπηλεύειν παιδεύειν τοὺς παῖδας . καὶ ταχέως σφέας ὦ βασιλεῦ γυναῖκας ἀντʼ ἀνδρῶν ὄψεαι γεγονότας , ὥστε οὐδὲν δεινοί τοι ἔσονται μὴ ἀποστέωσι .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.