καὶ δὴ οὗτοι μὲν ταύτῃ ἐτράποντο · τῶν δὲ ἄλλων Ἑλλήνων τῶν μετὰ βασιλέος ἐθελοκακεόντων Βοιωτοὶ Ἀθηναίοισι ἐμαχέσαντο χρόνον ἐπὶ συχνόν . οἱ γὰρ μηδίζοντες τῶν Θηβαίων , οὗτοι εἶχον προθυμίην οὐκ ὀλίγην μαχόμενοί τε καὶ οὐκ ἐθελοκακέοντες , οὕτω ὥστε τριηκόσιοι αὐτῶν οἱ πρῶτοι καὶ ἄριστοι ἐνθαῦτα ἔπεσον ὑπὸ Ἀθηναίων . ὡς δὲ ἐτράποντο καὶ οὗτοι , ἔφευγον ἐς τὰς Θήβας , οὐ τῇ περ οἱ Πέρσαι καὶ τῶν ἄλλων συμμάχων ὁ πᾶς ὅμιλος , οὔτε διαμαχεσάμενος οὐδενὶ οὔτε τι ἀποδεξάμενος , ἔφευγον .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.