αὕτη μὲν δή σφι ἄρτισις περὶ τὸ σῶμα ἐστί · νόμοι δὲ αὐτοῖσι ὧδε κατεστᾶσι , ὁ μὲν σοφώτατος ὅδε κατὰ γνώμην τὴν ἡμετέρην , τῷ καὶ Ἰλλυριῶν Ἐνετοὺς πυνθάνομαι χρᾶσθαι . κατὰ κώμας ἑκάστας ἅπαξ τοῦ ἔτεος ἑκάστου ἐποιέετο τάδε · ὡς ἂν αἱ παρθένοι γενοίατο γάμων ὡραῖαι , ταύτας ὅκως συναγάγοιεν πάσας , ἐς ἓν χωρίον ἐσάγεσκον ἁλέας , πέριξ δὲ αὐτὰς ἵστατο ὅμιλος ἀνδρῶν ,
ἀνιστὰς δὲ κατὰ μίαν ἑκάστην κῆρυξ πωλέεσκε , πρῶτα μὲν τὴν εὐειδεστάτην ἐκ πασέων · μετὰ δέ , ὅκως αὕτη εὑροῦσα πολλὸν χρυσίον πρηθείη , ἄλλην ἂν ἐκήρυσσε ἣ μετʼ ἐκείνην ἔσκε εὐειδεστάτη · ἐπωλέοντο δὲ ἐπὶ συνοικήσι . ὅσοι μὲν δὴ ἔσκον εὐδαίμονες τῶν Βαβυλωνίων ἐπίγαμοι , ὑπερβάλλοντες ἀλλήλους ἐξωνέοντο τὰς καλλιστευούσας · ὅσοι δὲ τοῦ δήμου ἔσκον ἐπίγαμοι , οὗτοι δὲ εἴδεος μὲν οὐδὲν ἐδέοντο χρηστοῦ , οἳ δʼ ἂν χρήματά τε καὶ αἰσχίονας παρθένους ἐλάμβανον . ὡς
γὰρ δὴ διεξέλθοι ὁ κῆρυξ πωλέων τὰς εὐειδεστάτας τῶν παρθένων ἀνίστη ἂν τὴν ἀμορφεστάτην , ἢ εἴ τις αὐτέων ἔμπηρος εἴη , καὶ ταύτην ἂν ἐκήρυσσε , ὅστις θέλοι ἐλάχιστον χρυσίον λαβὼν συνοικέειν αὐτῇ , ἐς ὃ τῷ τὸ ἐλάχιστον ὑπισταμένῳ προσέκειτο . τὸ δὲ ἂν χρυσίον ἐγίνετο ἀπὸ τῶν εὐειδέων παρθένων καὶ οὕτω αἱ εὔμορφοι τὰς ἀμόρφους καὶ ἐμπήρους ἐξεδίδοσαν . ἐκδοῦναι δὲ τὴν ἑωυτοῦ θυγατέρα ὅτεῳ βούλοιτο ἕκαστος οὐκ ἐξῆν , οὐδὲ ἄνευ ἐγγυητέω ἀπάγεσθαι τὴν παρθένον πριάμενον , ἀλλʼ ἐγγυητὰς χρῆν καταστήσαντα ἦ μὲν συνοικήσειν αὐτῇ , οὕτω ἀπάγεσθαι . εἰ
δὲ μὴ συμφεροίατο , ἀποφέρειν τὸ χρυσίον ἔκειτο νόμος . ἐξῆν δὲ καὶ ἐξ ἄλλης ἐλθόντα κώμης τὸν βουλόμενον ὠνέεσθαι . ὁ μέν
νυν κάλλιστος νόμος οὗτός σφι ἦν , οὐ μέντοι νῦν γε διατελέει ἐών , ἄλλο δέ τι ἐξευρήκασι νεωστὶ γενέσθαι ἵνα μὴ ἀδικοῖεν αὐτὰς μηδʼ εἰς ἑτέραν πόλιν ἄγωνται · ἐπείτε · γὰρ ἁλόντες ἐκακώθησαν καὶ οἰκοφθορήθησαν , πᾶς τις τοῦ δήμου βίου σπανίζων καταπορνεύει τὰ θήλεα τέκνα .
History. Herodotus. A.D. Godley. Cambridge. 1920-1925.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.